Estructura usada para el sermón 07 - 2 Tim 4.1-8 (Estructura)


Texto gráfico original

1 Διαμαρτύρομαι 
		ἐνώπιον τοῦ θεοῦ 
				καὶ Χριστοῦ Ἰησοῦ 
					τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς,
		καὶ τὴν ἐπιφάνειαν αὐτοῦ 
		καὶ τὴν βασιλείαν αὐτοῦ·
	2 κήρυξον τὸν λόγον, 
	ἐπίστηθι εὐκαίρως ἀκαίρως, 
	ἔλεγξον, 
	ἐπιτίμησον, 
	παρακάλεσον, 
		ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.

3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν

4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

5 Σὺ δὲ 
	νῆφε ἐν πᾶσιν, 
	κακοπάθησον, 
	ἔργον ποίησον εὐαγγελιστοῦ, 
	τὴν διακονίαν σου πληροφόρησον.

6 Ἐγὼ γὰρ ἤδη σπένδομαι,
 καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
	 7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, 
	 τὸν δρόμον τετέλεκα, 
	 τὴν πίστιν τετήρηκα·
 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, 
	 ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, 
		 ὁ δίκαιος κριτής, 
	 οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.

Bosquejo

(vv. 1 - 5) - La encomienda a Timoteo y los maestros de los últimos día (vv. 1 - 2) - La encomienda Solemne a Timoteo de Predicar la Palabra (vv. 3 - 4) - Los hombres buscarán maestros conforme a sus deseos (v. 5) - El llamado a la sobriedad y el esfuerzo

(vv. 7 - 8) - La carrera de Pablo y su futuro (v. 7a) - La muerte de Pablo como una ofrenda (v. 7b) - La carrera de Pablo (v. 8) - El futuro de Pablo