
NA 28
- Καὶ λέγει μοι·
- μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου,
- ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
- ὁ ἀδικῶν ἀδικησάτω ἔτι
- καὶ ὁ ῥυπαρὸς ῥυπανθήτω ἔτι,
- καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι
- καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
- Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετʼ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἐστὶν αὐτοῦ.
- ἐγὼ τὸ ἄλφα καὶ τὸ ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
- Μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτῶν,
- ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
- ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς φιλῶν καὶ ποιῶν ψεῦδος.
- Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις.
- ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυίδ,
- ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
- Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου.
- καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου.
- καὶ ὁ διψῶν ἐρχέσθω,
- ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
- Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου·
- ἐάν τις ἐπιθῇ ἐπʼ αὐτά, ἐπιθήσει ὁ θεὸς ἐπʼ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ,
- καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
- Λέγει ὁ μαρτυρῶν ταῦτα·
- ναί, ἔρχομαι ταχύ.
- Ἀμήν, ἔρχου κύριε Ἰησοῦ.
- Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ μετὰ πάντων.”
Crítica textual
Bosquejo
- (vv. 10 - 17) No selles el libro porque Jesús viene
- (vv. 10 - 11) La profecía, la inminencia y la respuesta de las personas
- (vv. 12 - 16) Cristo vuelve para recompensar según susobras
- (v. 17) La iglesia responde: Ven
- (vv. 18 -20) No cambies el libro porque Jesús viene
Enfasis: Cristo vuelve pronto para castigar a los injustos y recompensar a quienes lavan sus vestiduras.
Argumento: Si Cristo vuelve pronto, debemos prepararnos cada día.