[[Mateo 1.

Análisis del texto

  • Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.

  • Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ,
    • Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ,
    • Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ,
    • Ἰούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ,
    • Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ,
    • Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ,
    • Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ,
    • Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών,
    • Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών,
    • Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ,
    • Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ,
    • Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί,
    • Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα.
  • Δαυὶδ δὲ ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,
    • Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ,
    • Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά,
    • Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ,
    • Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ,
    • Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ,
    • Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν,
    • Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ,
    • Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ,
    • Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν,
    • Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ,
    • Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμώς,
    • Ἀμὼς δὲ ἐγέννησεν τὸν Ἰωσίαν,
    • Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
  • Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ,
    • Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ,
    • Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ,
    • Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ,
    • Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ,
    • Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ,
    • Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ,
    • Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ,
    • Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ,
    • Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν,
    • Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ,
    • Ἰακὼβ δὲ ἐγέννησεν τὸν
  • Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.

  • Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ
    • γενεαὶ δεκατέσσαρες,
  • καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος
    • γενεαὶ δεκατέσσαρες,
  • καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ
    • γενεαὶ δεκατέσσαρες.

Estructura

  • (v. 1) - Jesús es Hijo de David, Hijo de Abraham
  • (vv. 2 - 16) Los antepasados de David se remontan a Abraham.
  • (v. 17) Catorce generaciones

Énfasis que revela el pasaje

Jesús es el Cristo, heredero del trono de David y el cumplimiento de la promesa a Abraham.

Observaciones

  • El valor numero del nombre David es 14